GetPassage urn:cts:greekLit:tlg4003.tlg003.1st1K-grc1:3 urn:cts:greekLit:tlg4003.tlg003.1st1K-grc1:3
ΑΣΙΑ.
ΒΙΒΛ. Θ΄.

18. Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· « Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖται. » Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῆ τῶν ια΄· « Συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἐρχομένου τοῦ ὄρους τοῦ Καρμήλου. Καὶ ἐν θ΄ Γεωγραφουμένων τὸ αὐτό.

ΒΙΒΛ. Ι΄.

19. Πάλτος. πόλις Συρίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.

20. Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· « Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.»

21. Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.

ΒΙΒΛ. ΙΑ΄.

22. Sch. Ap. Rh. III, 859Περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν Γεωγραφουμένων. Ἔστο δὲ πλησίον τοῦ ὠκεανοῦ· ᾗ παράκειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις.