GetPassage urn:cts:greekLit:tlg2115.tlg060.perseus-grc1:1.22 urn:cts:greekLit:tlg2115.tlg060.perseus-grc1:1.22

Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. Ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν. Κενὸν μὲν οἷον τόπον τῶν ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα. Ἐκ δὲ τῶν ἀτόμων συνελθόντων γενέσθαι καὶ τὸν θεόν, καὶ τὰ στοιχεῖα πάντα, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῶα καὶ ἄλλα, ὡς μηδὲν γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. Τὰς δὲ ἀτόμους τὸ λεπτομερέστατον καὶ ἐφ᾿ οὗ οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἔφη εἶναι, διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασε. Τὸν δὲ θεὸν ὁμολογῶν εἶναι ἀΐδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. Καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις, οὕτω καλουμένοις ὑπ᾿ αὐτοῦ· ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τ(??) μετακόσμια, ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ μήτε αὐτὸν πράγματα ἔχειν μήτε ἄλλοις παρέχειν. Οἷς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. Ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ κατενόησαν τὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν. Τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἅμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται, αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἢ τραπέντος ἀπόλλυσθαι ὅλον τὸν ἄνθρωπον, ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἷναι ἐν Ἅιδου, μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον εἷναι παντελῶς. Οὕτως οὖν καὶ Ἐπίκουρος.