GetPassage urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.241-1.270 urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.241-1.270
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τεκάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζωοἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆοςδεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσισταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησαοἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺςφάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴηἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱδῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.